αὐτοῦεὐχαριστηθεῖσαν τροφήν, ἐξ ἦς αἶμα καὶ σάρκες* κατὰ μεταβολὴν τρέφονται ἡμῶν, ἐκείνου τοῦ σαρκοποιηθέντος Ἰησοῦ καὶ σάρκα καὶ αἶμα ἐδιδάχθημεν εἶναι*. Οἱ γὰρ ἀπόστολοι ἐν τοῖς γενομένοις ὑπʼ αὐτῶν ἀπομνημονεύμασιν*, ἃ καλεῖται εὐαγγέλια*, οὕτως παρέδωκαν ἐντετάλθαι αὐτοῖς· τὸν Ἰησοῦν λαβόντα ἄρτον εὐχαριστήσαντα εἰπεῖν· Τοῦτο ποιεῖτε εἰς τὴν ἀνάμνησίν μου, τουτό ἐστι τὸ σῶμά μου· καὶ τὸ ποτήριον ὁμοίως λαβόντα καὶ εὐχαριστήσαντα εἰπεῖν· Τοῦτό ἐστι τὸ αἶμά μου*· καὶ μόνοις αὐτοῖς μεταδοῦναι.
Page 63